本文へ移動
☰
JA
EN
書一覧
›
ヨブ
›
第18章
翻訳
KJV(英語)
文語訳(日本語)
レニングラード写本(ヘブライ語)
七十人訳(ギリシャ語)
口語訳(日本語)
章コメントへ ↓
ヨブ 第18章
1
ὑπολαβὼν δὲ βαλδαδ ὁ σαυχίτης λέγει
2
μέχρι τίνος οὐ παύσῃ ἐπίσχες ἵνα καὶ αὐτοὶ λαλήσωμεν
3
διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου
4
κέχρηταί σοι ὀργή τί γάρ ἐὰν σὺ ἀποθάνῃς ἀοίκητος ἡ ὑπ' οὐρανόν ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
5
καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ
6
τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ ὁ δὲ λύχνος ἐπ' αὐτῷ σβεσθήσεται
7
θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ σφάλαι δὲ αὐτοῦ ἡ βουλή
8
ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι ἐν δικτύῳ ἑλιχθείη
9
ἔλθοισαν δὲ ἐπ' αὐτὸν παγίδες κατισχύσει ἐπ' αὐτὸν διψῶντας
10
κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων
11
κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ
12
κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ * 18:12 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον
13
βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος
14
ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ
15
κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ
16
ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ
17
τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω
18
ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος
19
οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι
20
ἐπ' αὐτῷ ἐστέναξαν ἔσχατοι πρώτους δὲ ἔσχεν θαῦμα
21
οὗτοί εἰσιν οἶκοι ἀδίκων οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον
ヨブ 第18章
(0)
新しい順
人気順
ログイン
してコメントする
読み込み中...
‹
›