本文へ移動
☰
JA
EN
書一覧
›
歴代下
›
第11章
翻訳
KJV(英語)
文語訳(日本語)
レニングラード写本(ヘブライ語)
七十人訳(ギリシャ語)
口語訳(日本語)
章コメントへ ↓
歴代下 第11章
1
2η Χρονικών 11:1 καὶ ἦλθεν ροβοαμ εἰς ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν ιουδαν καὶ βενιαμιν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον καὶ ἐπολέμει πρὸς ισραηλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ ροβοαμ
2
2η Χρονικών 11:2 καὶ ἐγένετο λόγος κυρίου πρὸς σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων
3
2η Χρονικών 11:3 εἰπὸν πρὸς ροβοαμ τὸν τοῦ σαλωμων καὶ πρὸς πάντα ιουδαν καὶ βενιαμιν λέγων
4
2η Χρονικών 11:4 τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ' ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο καὶ ἐπήκουσαν τοῦ λόγου κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ ιεροβοαμ
5
2η Χρονικών 11:5 καὶ κατῴκησεν ροβοαμ εἰς ιερουσαλημ καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ ιουδαίᾳ
6
2η Χρονικών 11:6 καὶ ᾠκοδόμησεν τὴν βαιθλεεμ καὶ τὴν αιταμ καὶ τὴν θεκωε
7
2η Χρονικών 11:7 καὶ τὴν βαιθσουρα καὶ τὴν σοκχωθ καὶ τὴν οδολλαμ
8
2η Χρονικών 11:8 καὶ τὴν γεθ καὶ τὴν μαρισαν καὶ τὴν ζιφ
9
2η Χρονικών 11:9 καὶ τὴν αδωραιμ καὶ τὴν λαχις καὶ τὴν αζηκα
10
2η Χρονικών 11:10 καὶ τὴν σαραα καὶ τὴν αιαλων καὶ τὴν χεβρων ἥ ἐστιν τοῦ ιουδα καὶ βενιαμιν πόλεις τειχήρεις
11
2η Χρονικών 11:11 καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων ἔλαιον καὶ οἶνον
12
2η Χρονικών 11:12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα καὶ ἦσαν αὐτῷ ιουδα καὶ βενιαμιν
13
2η Χρονικών 11:13 καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται οἳ ἦσαν ἐν παντὶ ισραηλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων
14
2η Χρονικών 11:14 ὅτι ἐγκατέλιπον οἱ λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς ιουδαν εἰς ιερουσαλημ ὅτι ἐξέβαλεν αὐτοὺς ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν κυρίῳ
15
2η Χρονικών 11:15 καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις ἃ ἐποίησεν ιεροβοαμ
16
2η Χρονικών 11:16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν ισραηλ οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι κύριον θεὸν ισραηλ καὶ ἦλθον εἰς ιερουσαλημ θῦσαι κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν
17
2η Χρονικών 11:17 καὶ κατίσχυσαν τὴν βασιλείαν ιουδα καὶ κατίσχυσαν ροβοαμ τὸν τοῦ σαλωμων εἰς ἔτη τρία ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς δαυιδ καὶ σαλωμων ἔτη τρία
18
2η Χρονικών 11:18 καὶ ἔλαβεν ἑαυτῷ ροβοαμ γυναῖκα τὴν μολλαθ θυγατέρα ιεριμουθ υἱοῦ δαυιδ αβαιαν θυγατέρα ελιαβ τοῦ ιεσσαι
19
2η Χρονικών 11:19 καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν ιαους καὶ τὸν σαμαριαν καὶ τὸν ροολλαμ
20
2η Χρονικών 11:20 καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν μααχα θυγατέρα αβεσσαλωμ καὶ ἔτεκεν αὐτῷ τὸν αβια καὶ τὸν ιεθθι καὶ τὸν ζιζα καὶ τὸν εμμωθ
21
2η Χρονικών 11:21 καὶ ἠγάπησεν ροβοαμ τὴν μααχαν θυγατέρα αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα
22
2η Χρονικών 11:22 καὶ κατέστησεν εἰς ἄρχοντα ροβοαμ τὸν αβια τὸν τῆς μααχα εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν
23
2η Χρονικών 11:22 καὶ κατέστησεν εἰς ἄρχοντα ροβοαμ τὸν αβια τὸν τῆς μααχα εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν * 11:23 καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις ιουδα καὶ βενιαμιν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν
歴代下 第11章
(0)
新しい順
人気順
ログイン
してコメントする
読み込み中...
‹
›